Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.181 Joseph. AJ 10.186 (English) >>Joseph. AJ 10.190

10.184Σαλμανάσσης μὲν οὖν ἀναστήσας τοὺς Ἰσραηλίτας κατῴκισεν ἀντʼ αὐτῶν τὸ τῶν Χουθαίων ἔθνος, οἳ πρότερον ἐνδοτέρω τῆς Περσίδος καὶ τῆς Μηδίας ἦσαν, τότε μέντοι Σαμαρεῖς ἐκλήθησαν τὴν τῆς χώρας εἰς ἣν κατῳκίσθησαν προσηγορίαν ἀναλαβόντες· δὲ τῶν Βαβυλωνίων βασιλεὺς τὰς δύο φυλὰς ἐξαγαγὼν οὐδὲν ἔθνος εἰς τὴν χώραν αὐτῶν κατῴκισε καὶ διὰ τοῦτο ἔρημος Ἰουδαία πᾶσα καὶ Ἱεροσόλυμα καὶ ναὸς διέμεινεν ἔτεσιν ἑβδομήκοντα. 10.185τὸν δὲ σύμπαντα χρόνον, ὃς ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν αἰχμαλωσίας ἐπὶ τὴν τῶν δύο φυλῶν ἀνάστασιν ἐληλύθει, ἑκατὸν ἔτη καὶ τριάκοντα καὶ μῆνας ἓξ καὶ δέκα ἡμέρας συνέβη γενέσθαι. 10.186

δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας· 10.187τὸ δʼ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα· ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.181 Joseph. AJ 10.186 (English) >>Joseph. AJ 10.190

Powered by PhiloLogic